Matthew 15:32-39

32 δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν· Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ. 33καὶ λέγουσιν αὐτῷ οἱ
 μαθηταί = WH NA/NIV: || μαθηταί αὐτοῦ = Treg RP
μαθηταί· Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον;
34καὶ λέγει αὐτοῖς Ἰησοῦς· Πόσους ἄρτους ἔχετε; οἱ δὲ εἶπαν· Ἑπτά, καὶ ὀλίγα ἰχθύδια. 35καὶ
 παραγγείλας = WH Treg NA/NIV: || ἐκέλευσεν = RP
παραγγείλας
 τῷ ὄχλῳ = WH Treg NA/NIV: || τοῖς ὄχλοις = RP
τῷ ὄχλῳ ⸃ ἀναπεσεῖν ἐπὶ τὴν γῆν
36
 ἔλαβεν = WH Treg NA/NIV: || καὶ λαβὼν = RP
ἔλαβεν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας
 καὶ = WH Treg NA/NIV: || [omit] = RP
καὶ εὐχαριστήσας ἔκλασεν καὶ
 ἐδίδου = WH Treg NA/NIV: || ἔδωκεν = RP
ἐδίδου τοῖς
 μαθηταῖς = WH NA/NIV: || μαθηταῖς αὐτοῦ = Treg RP
μαθηταῖς οἱ δὲ μαθηταὶ
 τοῖς ὄχλοις = WH Treg NA/NIV: || τῷ ὄχλῷ = RP
τοῖς ὄχλοις ⸃.
37καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ
 τὸ … κλασμάτων ἦραν = WH Treg NA/NIV: || ἦραν τὸ … κλασμάτων = RP
τὸ περισσεῦον τῶν κλασμάτων ἦραν ⸃ ἑπτὰ σπυρίδας πλήρεις.
38οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων. 39καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη εἰς τὸ πλοῖον, καὶ ἦλθεν εἰς τὰ ὅρια
 Μαγαδάν = WH Treg NA/NIV: || Μαγδαλά = RP
Μαγαδάν.



Copyright information for SBLG